DCLP

sign in

P.Oxy. 71 4815 = Trismegistos 68192 = LDAB 9464



Canonical URI:

DCLP Transcription [xml]

fragment 1
-- -- -- -- -- -- -- -- -- --
1[ἦ μέν μοι μάλα π]ο̣λ̣λ̣ὰ̣ [γέρων αἰχμητὰ Λυκάων]
[ἐρχομένῳ ἐπέτε]λ̣[λε δό]μ[οις ἔνι ποιητοῖσιν·]
[ἵπποισίν μ’ (ἐ)κέλ]ευ̣[ε καὶ] ἅρμ̣[ασι]ν̣ ἐμβ[εβαῶτα]
[ἀρχεύειν Τρώεσσι] κ̣α̣[τ]ὰ̣ κρατερ̣ὰς ὑσμ̣εί̣[νας·](*)
5[ἀλλ’ ἐγὼ οὐ πιθόμ]η̣ν – ἦ τ’ ἂν [πο]λὺ κέρδι̣[ον ἦεν –]
[ἵππων φειδόμενος,] μή μ̣[οι δ]ευοία̣[το φορβῆς]
[ἀνδρῶν εἰλομένω]ν̣ εἰω[θότ]ες ἔδμ[εναι ἄδην.]
[ὣς λίπον, αὐτὰρ] π̣ε̣ζ̣ὸς ἐς ειλ̣ι̣[ον](*) [εἰλήλουθα]
[τόξοισιν πίσυνος· τὰ δέ]   ̣(*) [ο]ὐκ ἄρ’ ἔ̣[μελλον ὀνήσειν.]
10[ἤδη γὰρ δοιοῖσιν ἀρ]ι̣σ̣τ̣ή̣ε̣[σσ]ιν ἐφῆ[κα,]
[Τυδείδῃ τε καὶ Ἀτρ]ε̣ί̣δ̣ῃ̣, ἐκ δ’ ἀμφ[οτέροιιν]
[ -ca.?- ]  ̣[ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --
fragment 2a+b
[Αἰνείαο δ’ ἐπαΐξας κ]α̣λλίτριχας ἵ̣ππους ((mese-stigme))
[ἐξέλασε Τρώων με]τ̣’ ἐϋκνήμειδ̣ας(*) Ἀχαιο̣[ύς·]
[δῶκε δὲ Δηϊπύλῳ, ἑτ]άρῳ̣ φίλῳ, ὃ̣ν̣ π̣ερὶ πά̣[σης]
[τῖεν ὁμηλικίης, ὅ]τι ο̣ἱ φρε̣σ̣ὶ̣[ν ἄρτια εἴδη,]
5[νηυσὶν ἔπι γλαφυ]ρ̣ῆ̣ισιν ἐλαυ[νέμεν. αὐτὰρ ὅ γ’ ἥρως]
[ὧν ἵππων ἐπιβὰς ἔ]λ̣α[β’] ἡνία σ[ιγαλόεντα,]
[αἶψα δὲ Τυδείδην μ]έ̣[θ]ε̣πε κρατερώνυ[χας ἵππους]
[ἐμμεμαώς· ὃ δὲ] Κ̣ύ̣π̣ρ̣ι̣ν̣ ἐπῴχετο νη̣λέϊ χαλ̣[κῶ(ι)],
[γινώσκων ὅ τ’] ἄ̣ν̣αλκις ἔην θε̣ό̣[ς,] οὐ̣δὲ θε̣άων
10[τάων αἵ τ’ ἀ]ν̣δρῶν πόλεμον κά[τα κοιρ]αν̣έ̣ουσιν,
[οὔτ’ ἄρ’ Ἀθην]α̣ί̣η οὔτε̣ πτολίπορθ[ος Ἐνυώ.]
[ἀλλ’ ὅτε δή ῥ’] ἐκίχ̣α̣νε πολὺν καθ̣’ [ὅμιλ]ο̣ν ὀπά̣ζ̣ω̣[ν,]
[ἔνθ’ ἐπορεξά]μ̣ε̣νος μεγαθύμο̣[υ Τυδέος υ]ἱ̣ὸς
[ἄκρην οὔτασ]ε̣ χ̣ε̣ῖρ̣α μετάλμ[ενος ὀξέϊ δουρί]
15[ἀβληχρήν· εἶθαρ δὲ] δ̣όρυ χροὸ[ς ἀντετόρησεν]
[ἀμβροσ]ί̣[ο]υ̣ [διὰ πέπλου, ὅ]ν̣ οἱ Χ[άρ]ιτε[ς κάμον αὐταί,]
[πρυμ]νὸν̣ ὑ[π]ὲ̣ρ θέν̣α̣ρ̣ο̣ς̣· ῥ̣έε̣ δ’ ἄμβρ[οτον αἷμα θεοῖο,]
[ἰχώρ, οἷός] π[έρ] τ̣[ε] ῥ̣έ̣ε̣ι̣ μ̣α̣κά[ρ]ε̣σ̣σ̣ι   ̣  ̣  ̣[ -ca.?- ](*)
[οὐ γὰρ] σ̣ῖ̣τ̣ο̣ν̣ ἔ̣δουσ’, οὐ πείνουσ’(*) α̣[ἴ]θο[πα οἶνον·]
20[τούνεκ’ ἀ]ν̣α[ί]μ̣ονές εἰσι καὶ ἀθάν[ατοι καλέονται.]
[ἣ δὲ μέγα ἰάχ]ο̣υ̣σ̣α̣ [ἀ]π̣ὸ ἕο κάββ̣αλε[ν υἱόν·]
[καὶ τὸν μὲν] μ̣ετὰ χερσὶν ἐρύσα̣[το Φοῖβος Ἀπόλλων]
[2 lines missing]
23[τῆι δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διο]μήδη̣[ς·]
'[εἶκε, Διὸς θύγατερ, πολέμου καὶ δηϊοτῆτο]ς.
25[ἦ οὐχ ἅλις, ὅττι γυναῖκας ἀνάλκιδας ἠ]περοπ[εύεις;]'
[ -ca.?- ]  ̣[  ̣]  ̣[  ̣]  ̣[ -ca.?- ](*)
'[ῥιγήσειν πόλεμόν γε, καὶ εἴ χ’ ἑτ]έ̣ρωθι πύθηαι.'
[ὣς ἔφαθ’,· ἣ δ’ ἀλύουσ’ ἀπε]βήσετο, τείρετο δ’ αἰνῶς.
[τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦ]σ̣α ποδήνεμος ἔξαγ’ ὁμείλ[ου](*)
30[ἀχθομένην ὀδύνη(ι)]σι, μελαίνετο δὲ χρόα κα[λόν.]
[ηὗρεν ἔπειτα μάχη]ς ἐπ’ ἀρισ̣τ̣ερὰ θοῦρον Ἄρηα̣
[ἥμενον, ἠέρι δ’ ἔγχ]ο̣ς̣ ἐκέκλιτο καὶ ταχέ’ ἵππω·
[ἣ δὲ γνὺξ ἐριποῦσα κ]α̣σιγν̣ή̣τ̣ο̣ιο φίλοιο
[πολλὰ λισσομένη χρ]υσάμ[π]υκας ᾔτεεν ἵππους·
\[ -ca.?- ]  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣[ -ca.?- ]/
35'[φίλε] κ̣ασίγνητ[ε, κό]μισαι̣   ̣  ̣ με δός τέ μοι ἵππ̣[ο]υς,
[ὄφρ’ ἐς] Ὄλυμπον [ἵκω]μαι, ἵν’ ἀθανάτω̣ν̣ ἕδος ἐστίν.
[λίην] ἄχθομαι ἕλκ̣[ος, ὅ] μ̣ε βροτὸς οὔτασεν ἀ̣νήρ,
[Τυδεί]δης, ὃς νῦν [γε κ]α̣ὶ ἂν̣ Δ̣ι̣ὶ̣ πατρὶ μ̣ά̣χοιτο.'
[ὣς φά]το, τῇ δ’ ἄρ’ Ἄρη[ς] δῶκε χρυσάμ̣πυκας̣ ἵπ̣που̣[ς.]
40[ἣ δ’ ἐς] δίφρον ἔβα[ι]νεν ἀκηχεμένη φίλον ἦτορ,
[πὰρ δ]έ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λά̣ζετο χερσίν,
[μάστ]ιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἄκοντε πετέσθην.
[αἶψ]α δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος, αἰ̣πὺν Ὄλυμπον̣·
fragment 3
column i
-- -- -- -- -- -- -- -- -- --
1'[τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος] Οὐρ̣[ανιώ]ν̣ω̣ν̣
[μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσα]ν̣ ἐνωπ̣[ῇ;]'
[τὴν δ’ ἠμείβετ’ ἔπειτα φιλο(μ)]μ̣ειδὴς [Ἀ]φ̣[ρο]δ̣[ε]ίτη(*)·
'[οὖτά με Τυδέος υἱός, ὑπέρθυμος Δ]ι̣ο̣μήδης,
5[οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερ]ο̣ν̣ πολέ̣μοιο
[Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φί]λ̣τατός ἐστιν.
[ -ca.?- ]  ̣[  ̣]  ̣[ -ca.?- ]
[ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχοντ]αι.'
[1 line missing]
10'[τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομέν]η π̣ε̣ρ̣.
[πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχο]ν̣τες
[ἐξ ἀνδρῶν, χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοι]σ̣ι̣ τιθ̣έ̣[ντε]ς.
[τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατ]ε̣ρός̣ τ’ Ἐπιά̣[λ]τ̣ης,
[παῖδες Ἀλωῆος, δῆσαν κρατερ]ῷ̣ ἐνὶ δε[σμ]ῷ·
15[χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκ]α̣ί̣δεκ̣α [μῆ]νας.
[καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος] πολέμ[οιο,]
[εἰ μὴ μητρυιή, περικαλλὴς Ἠερίβ]ο̣ια̣,
[Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δ’ ἐξέκλεψεν Ἄ]ρη̣α̣
[ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐ]δ̣[άμνα.]
20[ -ca.?- ]  ̣[ -ca.?- ]'
[3 lines missing]
24'[εὖτέ μιν ωὐτὸς ἀνήρ, υἱὸς Διὸς αἰγιό]χ̣[οιο,]
25[ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύν]ῃσιν ἔδωκεν̣·
[αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μα]κ̣ρὸν Ὄλυμπον
[κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμέ]ν̣ο̣ς̣, αὐ̣τ̣ὰρ [ὀ]ϊστός̣
[ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆ]δ̣[ε] δὲ θυμ̣όν·
[τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρ]μ̣ακα πάσσω̣[ν]
30[ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητό]ς̣ γ̣’ ἐτέτ̣υκτο.
[σχέτλιος, αἰσυλοεργός, ὅ τ’ οὐκ ὄθετ’ αἴσυ]λ̣α̣ ῥ̣έζων̣,
[ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπ]ο̣ν̣ ἔ̣χου[σιν](*).
[σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶ]π̣ι̣ς̣ Ἀθ̣ή[νη·]
[νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδ]έο̣ς̣ υἱός,
35[ὅττι μάλ’ οὐ δηναιός, ὃς ἀθανάτοισι μ]ά̣χ̣ητα̣ι,
[οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζο]υ̣σ̣ι̣(*)
[ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊ]ο̣τ̣ῆ̣τ̣ο̣ς̣.
[τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερ]ό̣ς̣ ἐστ̣ι̣(*),
[φραζέσθω, μή τίς οἱ ἀμείνων σεῖο μ]ά̣χ̣ητα̣[ι,]
40[μὴ δὴν Αἰγιάλεια περίφρων] Ἀ̣δ̣ρ̣ηστ̣ε[ί]νηι̣(*)'
column ii
-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- ]  ̣  ̣[ -ca.?- ]
δήιουν [ἀλλήλων ἀμφὶ στήθεσσι βοείας]
ἀ̣σ̣πίδ̣[α]ς ε̣[ὐκύκλους λαισήϊά τε πτερόεντα.]
δὴ̣ τότε̣ θ̣ο[ῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·]
5'Ἆρε̣ς Ἄρε̣ς [βροτολοιγέ, μιαιφόνε τειχεσιπλῆτα,]
[ο]ὐκ̣ ἂν δ̣[ὴ τόνδ’ ἄνδρα μάχης ἐρύσαιο μετελθών]
Τυδεΐδη̣ν̣, [ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;]
Κύπ̣ρ̣ι̣δα̣ μ̣[ὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ,]
αὐτὰρ ἔ̣π̣[ειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.]'
fragment 4
ὢς φαμ̣[ένη Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε]
χειρὶ π̣[άλιν ἐρύσασ’, ὃ δ’ ἄρ’ ἐμμαπέως ἀπόρουσεν·]
ἣ δ’ ἐς δ̣[ίφρον ἔβαινε παραὶ Διομήδεα δῖον]
ἐμμ̣[εμαυῖα θεά· μέγα δ’ ἔβραχε φήγινος ἄξων]
5βριθοσύ̣ν̣η[ι](*)· [δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ’ ἄριστον.]
λάζετο δὲ̣ μ̣ά̣[στιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·]
αὐτίκ’ ἐπ’ Ἄ̣ρη[ϊ πρώτῳ ἔχε μώνυχας ἵππους.]
ἤτοι ὃ μὲ̣ν Πε̣ρ̣[ίφαντα πελώριον ἐξενάριζεν]
Αἰτωλῶν ὄχ’ ἄ̣[ριστον, Ὀχησίου ἀγλαὸν υἱόν·]
10τὸν μὲν Ἄρη̣[ς ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη]
δῦν’ Ἄϊδος κυ[νέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.]
ὡς δὲ ἴδε βροτο[λοιγὸς Ἄρης Διομήδεα δῖον,]
ἤτοι ὃ μὲν Πε̣ρ̣[ίφαντα πελώριον αὐτόθ’ ἔασεν]
κεῖσθαι, ὅ̣τ̣ι πρ[ῶτον κτείνων ἐξαίνυτο θυμόν,]
15αὐτὰρ ὃ βῆ ῥ’ ἰθ̣ὺ̣[ς Διομήδεος ἱπποδάμοιο.]
ο̣ἳ̣ δ’ ὅτε δὴ σ̣χ[εδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,]
π̣ρόσθεν [Ἄρης ὠρέξαθ’ ὑπὲρ ζυγὸν ἡνία θ’ ἵππων]
ἔ̣γ̣[χεϊ] χα[λκείῳ, μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·]
[καὶ τό] γε χ̣[ειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1.4. l. ὑσμίνας
^ 1.8. l. Ἴλιον
^ 1.9. or μ̣’, or [μ]ε̣
^ 2a+b.2. l. ἐϋκνήμιδας
^ 2a+b.18. or θ̣ε̣ο̣[ῖσιν.](?)
^ 2a+b.19. l. πίνο̣υ̣σ̣’
^ 2a+b.26. or τ̣[έ] σ̣’ [ὀ]ΐ̣[ω](?)
^ 2a+b.29. l. ὁμίλ[ου]
^ 3.i.3. l. Ἀφροδίτη
^ 3.i.32. or ἔ̣χου[σι]
^ 3.i.36. or [παππάζο]υ̣σ̣ι̣[ν]
^ 3.i.38. or ἐσσ̣ι̣ (i.e. ἐστι)
^ 3.i.40. l. Ἀδρηστίνη
^ 4.5. or βριθοσύ̣ν̣ῃ

Editorial History; All History; (detailed)