DCLP

sign in

Trismegistos 65666 = LDAB 6919



Canonical URI:

DCLP Transcription [xml]

Introduction

Πρῶτον ὅτι τὸν μὲν ἐν ταῖς ὑπερ[ο-]
χαῖς ὅσωι ἂν ἦι μείζων τοσούτωι
χρὴ κοινότερον εἶναι καὶ ἐπιμελέστε-
ρο̣ν τῶν οἰκείων καὶ φίλων vac. ? κἂμ πά-
5νυ τινὲς ὦσιν ἄδοξοι καὶ εὐτελεῖς
ὑπολαμβάνοντα τοῦτο καλὸν
εἶναι καὶ ζηλωτόν, εἰ δι’ αὐτὸν ἐνδοξό-
τεροι γίνονται καὶ γονεῖς καὶ ἀδελφοὶ
καὶ οἱ λοιποὶ πάντες οἰκεῖοι καὶ συνήθεις.
——
10λαθεῖμ μὲγ γὰρ οὐδ’ ὧς ἔστιν οὔτε ἐκ τίνων
πέφυκεν οὔθ’ ὅπως βεβίωκεν οὔτε ποίοις
τισὶν χρῆται πολλοὶ γὰρ οἱ ψητοῦντες(*)
——
καὶ ἅμα φιλεῖ \πως/ συναύξεσθαι τἀγαθὰ καὶ τὰ κακὰ
ταῖς εὐημερίαις vac. ? ὥστ’ ἐκφανῆ γίνεσθαι πᾶσιν
——
15ἐν τιμῇ δ’ ἄγων αὐτοὺς τῆι δικαίαι περιποιήσαι-
τ’ ἂν εὐλόγως δόξαν ἀρετῆς vac. ?ἔτι δὲ καὶ μικρόψυ-
χον ἔμοιγε ἀεὶ φαίνεται θάτερον ὅπερ ἔνιοι
——
δρῶσιν ἀποκρυπτόμενοι καὶ ἀποποιούμενοι
τοὺς φύσει γονεῖς ἀναξίους ὅταν εὐτυχήσωσιν
——
20αὐτὸγ γὰρ ἡγεμόνα χρὴ τῆς εὐγενείας εἶναι
καὶ τοῦτο τρόπον τινὰ κάλλιον ἢ προυπάρχου-
σαν παρ’ ἑτέρων λαβεῖν vac. ? εἰ δὲ μὴ τὴν ὀφειλομέ -
——
νην εὔνοιαν ἐκ τῆς φύσεως μὴ ἀποστερεῖν

Apparatus


^ 12. l. ζητοῦντες

Editorial History; All History; (detailed)