DCLP

sign in

Trismegistos 60788 = LDAB 1915



Canonical URI:

DCLP Transcription [xml]

column 1Imaged 1997-2015 by [unidentified responsible individual]
Imaged 1997-2015 by [unidentified responsible individual]

[ἦ καὶ κυανέῃσιν] ἐ̣π̣᾽ ὀφρύ̣σ[ι ν]ε̣[ῦσε Κρονίων]·
[ἀμβρόσιαι δ᾽ ἄρα χαῖ]ται ἐπερρ[ώσαντο ἄνακτος]
[κρατὸς ἀπ᾽ ἀθαν]ά̣τοιο· μέγα[ν δ᾽ ἐλέλιξεν Ὄλυμπον].
[τώ γ᾽ ὣς βουλεύσ]αντε δι̣έτμ[αγεν· ἣ μὲν ἔπειτα]
5[εἰς ἅλα ἆλτο βαθ]εῖαν ἀπ᾽ αἰγ̣λ̣[ήεντος Ὀλύμπου],
[Ζεὺς δὲ ἑὸν πρὸς] δῶμα· θεοὶ δ᾽ [ἅμα πάντες ἀνέσταν]
[ἐξ ἑδέων σφοῦ πα]τρὸς ἐναντ̣[ίον· οὐδέ τις ἔτλη]
[μεῖναι ἐπερχό]μ̣ενον, ἀλλ᾽ ἀντ[ίοι ἔσταν ἅπαντες].
[ὣς ὃ μὲν] ἔ̣[νθα κα]θ̣έζετ᾽ ἐπὶ θ[ρόνου· οὐδέ μιν Ἥρη]
10[ἠγνοίη]σ̣εν [ἰδοῦσ᾽ ὅ]τι οἱ συ⟦ο̣⟧μφρά[σσατο βουλὰς]
[ἀργυρό]πεζα Θ[έτι]ς̣ θ̣υγάτηρ [ἁλίοιο γέροντος].
[αὐτίκα] κ̣ερτομ[ί]ο̣[ισι] Δία Κρ[ονίωνα προσηύδα]·
'[τίς δ᾽ αὖ] σ̣οι δολομῆ̣[τ]α̣ θε̣ῶ̣[ν συμφράσσατο βουλάς];
[αἰεί τοι] φίλον ἐστὶ[ν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα]
15[κρυπτ]ά̣δια φρονέο̣[ντα δικαζέμεν· οὐδέ τί πώ μοι]
[πρόφρ]ω̣ν̣ τέτληκα[ς εἰπεῖν ἔπος ὅττι νοήσῃς].'
[τὴν δ]᾽ ἠ̣μ̣είβετ᾽ ἔπ[ειτα πατὴρ ἀνδρῶν τε θεῶν τε]·
'[Ἥρη μὴ δ]ὴ πά̣ν̣τας ἐμο[ὺς ἐπιέλπεο μύθους]
[εἰδήσει]ν̣· χαλεποί τοι ἔ[σοντ᾽ ἀλόχῳ περ ἐούσῃ]·
20[ἀλλ᾽ ὃν μ]έν κ᾽ ἐπιεικὲς ἀ̣[κουέμεν οὔ τις ἔπειτα]
[οὔτε θε]ῶ̣ν πρότερος τὸ̣[ν] ε̣ἴ̣[σεται οὔτ᾽ ἀνθρώπων]·
[ὃν δέ κ᾽ ἐγ]ὼ̣ν ἀπάνευθε θεῶν ἐ̣[θέλοιμι νοῆσαι]
[μή τι σὺ] τ̣αῦτα ἕκαστα διείρεο· μ[ηδὲ μετάλλα].'
[τὸν δ᾽ ἠ]μείβετ᾽ ἔπειτα βοῶπ̣[ις πότνια Ἥρη]·
25'[αἰνότα]τ̣ε Κρονίδη ποῖον τὸν̣ [μῦθον ἔειπες];
[καὶ λίην σ]ε πάρος γ᾽ οὔτ᾽ εἴρομ[α]ι̣ [οὔτε μεταλλῶ],
[ἀλλὰ μάλ᾽ ε]ὔ̣κηλος τὰ φρά⟦ζεαι⟧\σσεα⟦  ̣  ̣⟧/ ἅσ̣[σ᾽ ἐθέλῃσθα].
[νῦν δ᾽ αἰνῶ]ς̣ δείδοικα κατὰ φρέν̣[α μή σε παρείπῃ]
[ἀργυρόπε]ζα Θέτις θυγάτηρ ἁλ[ίοιο γέροντος]·
30[ἠερίη γὰρ] σοί γε παρέζετο καὶ λά̣[βε γούνων]·
[τῇ σ᾽ ὀΐω] κ̣ατανεῦσαι. ἐτήτυ̣μο̣[ν ὡς Ἀχιλῆα]
[τιμήσῃς, ὀλ]έ̣σῃς δὲ πολέα[ς ἐπὶ νηυσὶν Ἀχαιῶν].'

Editorial History; All History; (detailed)