DCLP

sign in

BKT . 10 4 = Trismegistos 60303 = LDAB 1424



Canonical URI:

DCLP Transcription [xml]

fragment 1Imaged 2010-2015 by [unidentified responsible individual]

⎣Τηλέμαχ’, οὔ τοι ἄνευ θεοῦ ἤλυθε δεξιὸ⎦ς ὄρνις·
⎣ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν⎦ ἐ{χ}όντα·
⎣ὑμετέρου δ’ οὐκ ἔστι γένευς βασιλεύτερο⎦ν ἄλλο
⎣ἐν δήμῳ Ἰθάκης, ἀλλ’ ὑμεῖς καρτεροὶ αἰ⎦εί· (added at right: ἀντὶ κ(  ) ἐνκράτεις)
5⎣τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντί⎦ον ηὔδα·
⎣αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμέ⎦νον εἴη·
⎣τῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε⎦ δῶρα·
⎣ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μα⎦καρίζοι·
⎣ἦ, καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑτ⎦α̣ῖρον·
10⎣Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα⎦
⎣πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ’ ἕποντ⎦ο̣· (added at right: ἡ κοι(νὴ) πεῖθε ἐμῶ(ν))
⎣καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν⎦
⎣ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.⎦
⎣τὸν δ’ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·⎦
15⎣Τηλέμαχ’, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,⎦ (added at right: ἡ κο(ινὴ) εἴπερ γάρ κ(εν))
⎣τόνδε τ’ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.⎦
⎣ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ’ ἑταίρους⎦
⎣αὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.⎦
⎣οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.⎦ (added at right: []ο̣ν̣)
20⎣Τηλέμαχος δ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,⎦
⎣εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,⎦
⎣νηὸς ἀπ’ ἰκριόφιν· τοὶ δὲ πρυμνήσι’ ἔλυσα⎦ν.
⎣οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε⎦ (added at right: [ἀ]ν̣(τὶ τοῦ) ἀπώσαντες)
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)