DCLP

sign in

P.Oxy. 67 4560 R = Trismegistos 59866 = LDAB 972



Canonical URI:

DCLP Transcription [xml]

-- -- -- -- -- -- -- -- -- --
1[ἦ γάρ τιν᾽ ἄλλον ἔτεκες ἢ κείνους], γύνα̣[ι;]
[ἀνόνητά γ᾽, ὡς ἔοικε, τόνδ᾽ ὃν ε]ἰ̣σ̣ορᾶ[ις.]
[ποῦ δ᾽ ὢν ἐτύγχαν᾽, ἡνίκ᾽ ὤλλυτο] πτόλις;
[πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶ]ν θανεῖν.
5[ποῖ τῶν τότ᾽ ὄντων χωρίσας τέκν]ων(*) μόνον;
[ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θα]νών.
[πρὸς ἄνδρ᾽ ὃς ἄρχει τῆσδε Πολυμ]ήστωρ χθον[ός;]
[ἐνταῦθ᾽ ἐπέμφθη πικροτάτου χ]ρυσ̣οῦ φ̣ύ̣λ̣α[ξ.]
[θνήισκει δὲ πρὸς τοῦ καὶ τίνος πότ]μου τυχ̣ών;
10[τίνος γ᾽ ὑπ᾽ ἄλλου; Θρῄξ νιν ὤλεσε] ξένος̣.
[ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λα]βε̣ῖν;
[τοιαῦτ᾽, ἐπειδὴ συμφορὰν ἔγνω] Φ̣ρυγῶ[ν.]
[ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν ν]ε̣κρόν;
[ἥδ᾽, ἐντυχοῦσα ποντίας ἀκτῆς(*) ἔ]πι.
15[τοῦτον ματεύουσ᾽ ἢ πονοῦσ᾽ ἄλλο]ν πόνον;
[λούτρ᾽ ὤιχετ᾽ οἴσουσ᾽ ἐξ ἁλὸς Πολυ]ξένῃ.
[κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλε]ι ξένος.
[θαλασσόπλαγκτόν γ᾽, ὧδε διατεμὼ]ν̣ χρόα̣.
[ὦ σχετλία σὺ τῶν ἀμετρήτων πό]ν̣ων.
20[ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶ]ν̣.
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 5. or [παίδ]ων
^ 14. or ἁλός

Editorial History; All History; (detailed)