DCLP

sign in

BKT . 10 1 = Trismegistos 175242 = LDAB 175242



Canonical URI:

DCLP Transcription [xml]

fragment 1Imaged 2010-2015 by [unidentified responsible individual]

0-- -- -- -- -- -- -- -- -- --
1 ((diple)) ἤ ⎣ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί⎦
((diple)) ὃ̣⎣ς καὶ νῦν Ἀχιλῆα ἕο μέγ’ ἀμείνονα φῶτα⎦
ἠ̣⎣τίμησεν ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.⎦
ἀ⎣λλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·⎦
5ἦ ⎣γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·⎦
Ὣ⎣ς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,⎦
Θ⎣ερσίτης τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,⎦
κ⎣αί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ⎦
Θ⎣ερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,⎦
10 ((diple)) ἴσ⎣χεο, μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν·⎦
οὐ̣ ⎣γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον⎦
ἔμ̣⎣μεναι, ὅσσοι ἅμ’ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.⎦
τὼ̣ ⎣οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις,⎦
κα̣⎣ί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις⎦
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)