DCLP

sign in

P.Oxy. 75 5033 = Trismegistos 128961 = LDAB 128961



Canonical URI:

DCLP Transcription [xml]

r
'[τῶι κε τάχ’ οὗτο]ς ἀνὴρ ν̣ῦ̣ν ὕστα̣τα τοξασσετο(*).'
[τὸν δ’ αὖτε προσέειπε] Μ̣ελάν̣θιος, αἰπόλος αἰγῶ(ν)·
'[οὔ πως ἔστ’, Ἀ]γ̣έ̣λ̣α̣ε̣ δ̣[ιοτρε]φ̣ές· ἄ̣[γ]χι γὰρ α̣ἰνῶς
[αὐλῆς καλὰ] θ̣ύρετρα̣, [κ]αὶ ἀ[ργαλ]έον στόμ[α λ]α̣ύρης·
5[καί χ’ εἷς πά]ν̣τας ἐρύ̣κ̣οι̣ ἀ̣νήρ, ὅς τ ἄλκιμος̣ ε̣ἴη.
[ἀλλ’ ἄγεθ’, ὑ]μῖν τε̣[ύχ]ε̣ εν̣ι̣κω(*) [θ]ω̣ρηχθῆναι
[ἐκ θαλάμ]ου· ἔ̣νδον̣ [γ]ά̣[ρ], ὀΐ(*)ομ̣[αι, οὐδέ] πηι ἄ[λ]λ̣ηι̣
[τεύχεα] κ̣ατθέσθ̣[η]ν̣ Ὀδυσ[εὺς καὶ] φαίδ̣ι̣[μο]ς υἱ[ός.]'
[ὣς εἰπὼ]ν ἀνέβα̣[ι]νε [Μ]ελ[άνθιος, αἰ]πόλος αἰγῶ(ν),
10[ἐς θαλά]μ̣ους Ὀδυσῆος̣ α̣να[ρρ]ωγα̣ς̣ μεγάροιο.
[ἔνθεν δ]ώδεκ̣α̣ μὲν̣ σάκ̣[ε] ἔξε̣λε, τόσσα δ̣ὲ δοῦρα
[καὶ τόσσ]α̣ς κ[υ]νέας̣ χαλκήρε̣ας ἱπποδασείας̣·
[βῆ δ’ ἴμεναι, μάλ]α δ ὦκ̣α̣ φέρων μνηστῆρσιν ἔ̣δωκ̣[ε.]
[καὶ τότ’ Ὀδυσσῆος λύτο γούν]α̣τα καὶ φίλον ἦτορ,
15[ὡς περιβαλλομένους ἴδε τε]ύχεα χε̣ρσὶ δὲ δοῦρε
[μακρὰ τινάσσοντας· μέγα δ]έ σφιν φαίνετο ἔργο(ν).
[αἶψα δὲ Τηλέμαχον ἔπεα πτε]ρόεντα̣ [π]ροσηύδα·
'[Τηλέμαχ’, ἦ μάλα δή τις ἐνὶ μεγ]ά̣ροισι γυναικῶν
[νῶϊν ἐποτρύνει πόλεμον κα]κὸ̣ν ἠ[ὲ Μελανθεύς.]'
-- -- -- -- -- -- -- -- -- --
v
τωι(*) δ ἔσταν ἑ̣κ̣άτε̣ρ̣[θε παρὰ σ]ταθ̣[μοῖσι μένοντε.]
εὖθ̣ ὑ̣πὲρ οὐδ̣ὸ̣[ν ἔβαι]ν̣ε Μ̣[ελάνθιος, αἰπόλος αἰγῶν,]
τῆ̣[ι] ἑ̣τέρηι μ̣[ὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,]
τ̣[ῆι] δ ἑτέρηι̣ [σάκος εὐρὺ γ]έρον, πε[παλαγμένον ἄζῃ,]
5Λ̣[αέ]ρτ̣εω ἥρω̣[ος,] ὃ κουρίζων φορ̣[έεσκε·]
δὴ τότε γ ἤδη κ̣ε̣[ῖτ]ο̣, ραφε(*) [δ’] ἐ̣λέλυ[ντο ἱμάντων·]
τὼ δ’ ἄρ’ ἐπ[αΐξανθ] ἑλέτην̣, ἔ̣ρυσάν τ[έ μιν εἴσω]
[κο]υρί[ξ, ἐν δαπέδωι] δὲ̣ χα[μαὶ] βάλον ἀχ[νύμενον κῆρ,]
σὺν δὲ πό[δας χεῖρά]ς τ [ἔ]δ̣εο[ν] θυμαλ[γέϊ δεσμῷ]
10εὖ μάλ ἀπο[σ]τ̣ρ[έ]ψ̣αν̣τες δι̣αμπερέ[ς, ὡς ἐκέλευσε]
σειρὴν δὲ πλ̣ε̣κ[τ]ὴν ἐ̣ξ αὐτο̣ῦ π̣[ει]ρησ̣[αντε](*)
κίον ἀν’ υψιλην̣(*) ἔ̣ρυσαν π̣έλ[α]σ̣αν δ̣[ὲ δοκοῖσι.]
τὸν δ ἐπικ̣ε̣ρτομέω̣ν̣ προ̣[σέφης, Εὔμαιε συβῶτα·]
15'νῦν̣ [μὲ]ν̣ δὴ μ̣[άλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,]
εὐν̣ῇ [ἔνι] μαλ[ακῆι καταλέγμενος, ὥς σε ἔοικεν·]
οὐδ̣[ὲ σέ] γ ἠριγ̣[ένεια παρ’ Ὠκεανοῖο ῥοάων]
λήσ̣ηι(*) ἐπερχο̣[μένη χρυσόθρονος, ἡνίκ’ ἀγινεῖς]
αἶγας μ̣νηστή[ρεσσι δόμον κάτα δαῖτα πένεσθαι.]'
20ὣ̣ς̣ ὁ̣ μὲν αὖθι λ̣[έλειπτο, ταθεὶς ὀλοῶι ἐνὶ δεσμῶι·]
[τὼ δ’ ἐς τ]ε̣ύ̣χ̣[ε]α [δύντε, θύρην ἐπιθέντε φαεινήν,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ r.1. l. τοξάσσαιτο
^ r.5. τ’ papyrus
^ r.6. ε̣[ύχ]ε̣’ papyrus
^ r.6. l. ἐνείκω
^ r.7. οϊομ̣[αι,] papyrus
^ r.11. κ̣[ε]’ papyrus
^ r.13. δ’ papyrus
^ v.1. l. τώ
^ v.1. δ’ papyrus
^ v.2. εὖθ̣’ papyrus
^ v.4. δ’ papyrus
^ v.6. γ’ papyrus
^ v.6. l. ῥαφαί
^ v.7. [αΐξανθ]’ papyrus
^ v.9. τ’ papyrus
^ v.10. μάλ’ papyrus
^ v.12. l. πειρήναντε (corr)
^ v.13. κίον’ papyrus
^ v.13. l. ὑψηλήν
^ v.14. δ’ papyrus
^ v.17. γ’ papyrus
^ v.18. l. λήσει

Editorial History; All History; (detailed)